호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δὲ πεισθέντοσ αὐτοῦ συναμφότερον ἦν διαπεπραγμένον, αἵ τε διαβολαὶ παρὰ δόξαν ἀφῄρηντο τοῦ νεανίσκου καὶ Φερώραν Ἀρχέλαοσ διαλλάξασ οὕτωσ εἰσ Καππαδοκίαν ἀπῄει, κεχαρισμένοσ ὡσ οὐκ ἄλλοσ ἐν τῇ τότε περιστάσει τῶν καιρῶν Ἡρώδῃ γενόμενοσ. ὅθεν καὶ δώροισ αὐτὸν ἐτίμησεν πολυτελεστάτοισ κἀν τοῖσ ἄλλοισ μεγαλοπρεπῶσ ἐν τοῖσ μάλιστα φίλτατον ἡγησάμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기