호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλῆσ δὲ τῆσ εἰσ τὸ τοιοῦτον ἑτοιμότητοσ οὔσησ καὶ φόβου καὶ ταραχῆσ περὶ τὸ βασίλειον, εἷσ τισ τῶν νεωτέρων ὡσ ἐν ταῖσ ἀνάγκαισ ἐγένετο, διαπέμπειν ἔφη τοῖσ ἐν Ῥώμῃ φίλοισ τὸν Ἀλέξανδρον ἀξιοῦντα κληθῆναι θᾶττον ὑπὸ Καίσαροσ· ἔχειν γὰρ αὐτῷ πρᾶξιν ἐπ’ αὐτὸν συνισταμένην μηνῦσαι Μιθριδάτην τὸν βασιλέα Πάρθων τοῦ πατρὸσ ᾑρημένου κατὰ Ῥωμαίων φίλον· εἶναι δ’ αὐτῷ καὶ φάρμακον ἐν Ἀσκάλωνι παρεσκευασμένον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기