호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ δ ὑπ αὐτὴν ὑπόνομοί τε καὶ λαῦραι πραγματείαν οὐκ ἐλάττω τῶν ὑπερῳκοδομημένων ἔχουσαι.? τούτων αἱ μὲν κατὰ σύμμετρα διαστήματα φέρουσιν εἰς τὸν λιμένα καὶ τὴν θάλατταν, μία δ ἐγκαρσία πάσας ὑπέζωκεν, ὡς τούς τε ὄμβρους εὐμαρῶς καὶ τὰ λύματα τῶν οἰκητόρων συνεκδίδοσθαι τήν τε θάλατταν, ὅταν ἔξωθεν ἐπείγηται, διαρρεῖν καὶ τὴν σύμπασαν ὑποκλύζειν πόλιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기