호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑπὲρ τούτων Ἡρώδης ἔγραφεν καὶ τὰς ἄλλας διεξῄει τιμάς, ἃς ἔχοι παρ Ἀντωνίῳ συνθακῶν ἐν ταῖς διαγνώσεσιν καὶ συνεστιώμενος ἐφ ἑκάστης ἡμέρας, καὶ τούτων ὅπως τυγχάνοι χαλεπῆς εἰς τὰς διαβολὰς αὐτῷ τῆς Κλεοπάτρας οὔσης:? πόθῳ γὰρ τῆς χώρας ἐξαιτουμένη τὴν βασιλείαν αὐτῇ προσγενέσθαι πάντα τρόπον ἐκποδὼν αὐτὸν ἐσπουδάκει ποιεῖσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기