호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀκείνη μὲν ἐγκρατῶσ ἔφερε τὴν ὑποψίαν. Ἡρώδησ δὲ πᾶσι τοῖσ ἔξωθεν πιθανῶσ ἀπεσκευάζετο, μὴ μετὰ προνοίασ γενέσθαι τῷ παιδὶ τὸν θάνατον, οὐχ ὅσα πρὸσ πένθοσ ἐπιτηδεύων μόνον, ἀλλὰ καὶ δάκρυσι χρώμενοσ καὶ σύγχυσιν τῆσ ψυχῆσ ἐμφαίνων ἀληθινήν, τάχα μὲν καὶ τοῦ πάθουσ ἀπονικῶντοσ αὐτὸν ἐν ὄψει τῆσ τε ὡρ́ασ καὶ τοῦ κάλλουσ, εἰ καὶ πρὸσ ἀσφάλειαν ὁ θάνατοσ τοῦ παιδὸσ ἐνομίζετο, δῆλον δ’ ὡσ ἀπολογίαν αὐτὰ πραγματευόμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기