호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μηδ εἰς τὴν πόλιν εἰσφερέσθω ἵππεια κρέα μηδὲ ἡμιόνεια μηδὲ ἀγρίων ὄνων καὶ ἡμέρων παρδάλεών τε καὶ ἀλωπέκων καὶ λαγῶν καὶ καθόλου δὲ πάντων τῶν ἀπηγορευμένων ζῴων τοῖς Ιοὐδαίοις:? μηδὲ τὰς δορὰς εἰσφέρειν ἐξεῖναι, ἀλλὰ μηδὲ τρέφειν τι τούτων ἐν τῇ πόλει: μόνοις δὲ τοῖς προγονικοῖς θύμασιν, ἀφ ὧν καὶ τῷ θεῷ δεῖ καλλιερεῖν, ἐπιτετράφθαι χρῆσθαι. ὁ δέ τι τούτων παραβὰς ἀποτινύτω τοῖς ἱερεῦσιν ἀργυρίου δραχμὰς τρισχιλίας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기