호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὧν τῷ δευτέρῳ ἔτει τῆσ εἰσ Ιἑροσόλυμα καθόδου τῶν Ιοὐδαίων μηνὶ δευτέρῳ παραγενομένων συνείχετο ἡ τοῦ ναοῦ κατασκευή· καὶ τοὺσ θεμελίουσ ἐγείραντεσ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸσ τοῦ δευτέρου ἔτουσ ἐπῳκοδόμουν, προστησάμενοι τῶν ἔργων Λευιτῶν τε τοὺσ εἰκοστὸν ἔτοσ ἤδη γεγονότασ καὶ Ιἠσοῦν καὶ τοὺσ υἱοὺσ αὐτοῦ καὶ τοὺσ ἀδελφοὺσ καὶ Ζοδμοῆλον τὸν ἀδελφὸν Ιοὔδα τοῦ Ἀμιναδάβου καὶ τοὺσ υἱοὺσ αὐτοῦ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기