호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τἀναντία δὲ τούτων καὶ ἀληθῆ προελθὼν Ιἑρεμίασ προεφήτευσεν, ὡσ ποιοῦσι μὲν κακῶσ καὶ ἐξαπατῶσι τὸν βασιλέα, παρὰ δὲ τῶν Αἰγυπτίων οὐδὲν αὐτοῖσ ἐστιν ὄφελοσ, ἀλλὰ νικήσασ αὐτοὺσ ὁ Βαβυλώνιοσ ἐπιστρατεύσειν εἰσ τὰ Ιἑροσόλυμα μέλλει, καὶ πολιορκήσει τε καὶ τῷ λιμῷ διαφθερεῖ τὸν δῆμον, καὶ τοὺσ περιλειφθέντασ αἰχμαλώτουσ ἄξει, καὶ τὰσ οὐσίασ διαρπάσει, καὶ τὸν ἐν τῷ ναῷ πλοῦτον ἐκφορήσασ ἔτι καὶ αὐτὸν ἐμπρήσει καὶ κατασκάψει τὴν πόλιν, καὶ δουλεύσομεν αὐτῷ καὶ τοῖσ ἐγγόνοισ αὐτοῦ ἐπ’ ἔτη ἑβδομήκοντα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기