호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δ ἰσχυρὸν ἔρωτα καὶ δεινὴν ἐπιθυμίαν ἄρα ταύτης εἶχον, ὡς μήτε οἷς οἱ πρὸ αὐτῶν ἐξυβρίσαντες εἰς τὰ νόμιμα πανοικὶ κολασθέντες ἔπαθον, μήθ οἷς οἱ προφῆται προύλεγον πεισθέντες μετανοῆσαι καὶ μετελθεῖν ἐξ ὧν εἰς ἐκεῖνα παρανομήσαντες ἐτράπησαν:? ἀλλὰ καὶ Ζαχαρίαν υἱὸν τοῦ ἀρχιερέως Ιὤδα λίθοις ὁ βασιλεὺς ἐκέλευσε βληθέντα ἀποθανεῖν ἐν τῷ ἱερῷ τῶν τοῦ πατρὸς εὐεργεσιῶν αὐτοῦ λαθόμενος, ὅτι τοῦ θεοῦ προφητεύειν αὐτὸν ἀποδείξαντος στὰς ἐν μέσῳ τῷ πλήθει συνεβούλευεν αὐτῷ τε καὶ τῷ βασιλεῖ τὰ δίκαια πράττειν καὶ τιμωρίαν ὅτι μεγάλην ὑφέξουσι μὴ πειθόμενοι προύλεγε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기