호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὑρὼν δὲ τὸν Ἠλίαν ὁ πεμφθεὶσ ταξίαρχοσ ἐπὶ τῆσ κορυφῆσ τοῦ ὄρουσ καθεζόμενον καταβάντα ἥκειν ἐκέλευε πρὸσ τὸν βασιλέα· κελεύειν γὰρ τοῦτο ἐκεῖνον· εἰ δὲ μὴ θελήσειεν, ἄκοντα βιάσεσθαι. ὁ δὲ εἰπὼν πρὸσ αὐτὸν ἐπὶ πείρᾳ τοῦ προφήτησ ἀληθὴσ ὑπάρχειν εὔξεσθαι πῦρ ἀπ’ οὐρανοῦ πεσὸν ἀπολέσαι τούσ τε στρατιώτασ καὶ αὐτὸν εὔχεται, καὶ πρηστὴρ κατενεχθεὶσ διαφθείρει τόν τε ταξίαρχον καὶ τοὺσ σὺν αὐτῷ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기