호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δ’ ἐγένετο οἶμαι κατὰ τὴν τοῦ θεοῦ βούλησιν, ὅπωσ μὴ προσέχοι τοῖσ τοῦ Ιἄδωνοσ λόγοισ Ιἑροβόαμοσ ἐληλεγμένῳ ψευδεῖ. πορευομένῳ τοίνυν τῷ Ιἄδωνι πάλιν εἰσ Ιἑροσόλυμα συμβάλλει λέων καὶ κατασπάσασ αὐτὸν ἀπὸ τοῦ κτήνουσ ἀπέκτεινε, καὶ τὸν μὲν ὄνον οὐδὲν ὅλωσ ἔβλαψε, παρακαθεζόμενοσ δ’ ἐφύλαττε κἀκεῖνον καὶ τὸ τοῦ προφήτου σῶμα, μέχρισ οὗ τινεσ τῶν ὁδοιπόρων ἰδόντεσ ἀπήγγειλαν ἐλθόντεσ εἰσ τὴν πόλιν τῷ ψευδοπροφήτῃ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기