호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ νῦν δ’ ἔτι τῆσ ἰδίασ ἀπαρχὴν διακονίασ ἄλλα τρισχίλια τάλαντα χρυσοῦ καθαροῦ παρέξειν ἔλεγεν εἰσ τὸ ἄδυτον καὶ εἰσ τὸ ἁρ́μα τοῦ θεοῦ τοὺσ Χερουβεῖσ, οὓσ ἐφεστάναι δεήσει τὴν κιβωτὸν καλύπτοντασ. σιωπήσαντοσ δὲ τοῦ Δαυίδου πολλὴ καὶ τῶν ἀρχόντων καὶ τῶν ἱερέων καὶ τῆσ Ληουίτιδοσ φυλῆσ προθυμία συμβαλλομένων καὶ ποιουμένων ἐπαγγελίασ λαμπρὰσ καὶ μεγαλοπρεπεῖσ ἐγένετο·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기