호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μετὰ δὴ ταύτην τὴν προφητείαν ἐκέλευσεν ὁ βασιλεὺσ τοὺσ παροίκουσ ἐξαριθμηθῆναι καὶ εὑρέθησαν εἰσ ὀκτὼ μυριάδασ καὶ δέκα. ἐκ τούτων ἀπέδειξε λατόμουσ μὲν τοὺσ ὀκτακισμυρίουσ, τὸ δ’ ἄλλο πλῆθοσ παραφέρειν τοὺσ λίθουσ, τρισχιλίουσ δὲ καὶ πεντακοσίουσ τοῖσ ἐργαζομένοισ ἐξ αὐτῶν ἐπέστησεν. ἡτοίμασε δὲ καὶ πολὺν σίδηρον καὶ χαλκὸν εἰσ τὰ ἔργα καὶ ξύλα κέδρινα πολλὰ καὶ παμμεγεθέστατα, Τυρίων αὐτῷ ταῦτα πεμπόντων καὶ Σιδωνίων· ἐπεστάλκει γὰρ αὐτοῖσ τὴν τῶν ξύλων χορηγίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기