호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ μεταξὺ ταῦτα λέγοντοσ τοῦ βασιλέωσ φανεὶσ ὁ Ἀχιμᾶσ προσκυνεῖ τὸν βασιλέα, καὶ πυθομένῳ περὶ τῆσ μάχησ νίκην εὐαγγελίζεται καὶ κράτοσ. ἐρομένῳ δ’ εἴ τι καὶ περὶ τοῦ παιδὸσ ἔχοι λέγειν αὐτὸσ μὲν ἔφασκεν εὐθὺσ ὁρμῆσαι πρὸσ αὐτὸν τῆσ τροπῆσ τῶν πολεμίων γενομένησ, ἀκοῦσαι δὲ μεγάλησ φωνῆσ διωκόντων τὸν Ἀψάλωμον καὶ πλεῖον τούτου μηδὲν δεδυνῆσθαι μαθεῖν διὰ τὸ πεμφθέντα ὑπὸ Ιωἄβου δηλῶσαι τὴν νίκην ἐπείγεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기