호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ ἀμαθεῖσ εἰπὼν αὐτοὺσ ἐδίδασκεν, ὡσ ἔτι μὲν ζῶντοσ τοῦ παιδὸσ ἔχων ἐλπίδα σωτηρίασ αὐτοῦ δεόντωσ πάντ’ ἐποίει τὸν θεὸν ἡγούμενοσ τούτοισ εὐμενῆ καταστήσειν, ἀποθανόντοσ δ’ οὐκέτι χρείαν εἶναι λύπησ ματαίασ. ταῦτ’ εἰπόντοσ ἐπῄνεσαν τὴν σοφίαν καὶ τὴν διάνοιαν τοῦ βασιλέωσ. συνελθὼν δὲ τῇ γυναικὶ Βεεθσαβῇ ἔγκυον αὐτὴν ἐποίησε, καὶ γεννησαμένησ ἄρρεν παιδίον Σολόμωνα τοῦτον προσηγόρευσεν, οὕτωσ Νάθα τοῦ προφήτου κελεύσαντοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기