호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
συνέντες δὲ οἵ τε ἀναγκαῖοι καὶ οἱ ἡγεμόνες, ὅτι παρεσπονδήκασι καὶ δίκην ὑπὲρ τούτων ὀφείλουσι, προπαρασκευάζονται εἰς τὸν πόλεμον:? καὶ πέμψαντες πρὸς Σύρον τὸν τῶν Μεσοποταμιτῶν βασιλέα χίλια τάλαντα σύμμαχον αὐτὸν ἐπὶ τούτῳ γενέσθαι τῷ μισθῷ παρεκάλεσαν καὶ Σουβάν: ἦσαν δὲ τοῖς βασιλεῦσι τούτοις πεζοῦ δύο μυριάδες. προσεμισθώσαντο δὲ καὶ τὸν ἐκ τῆς Μιχᾶς καλουμένης χώρας βασιλέα καὶ τέταρτον Ἴστοβον ὄνομα, καὶ τούτους ἔχοντας μυρίους καὶ δισχιλίους ὁπλίτας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기