호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὥρμησεν δὲ ἐπ ἐκείνην διώκειν Σαοῦλος:? κατὰ γὰρ τὴν ὁδὸν ἀναχωρήσαντα ἐκ τῶν στενῶν μαθὼν τὸν Δαυίδην ἐπὶ τὸ ἕτερον μέρος τῆς πέτρας ἀπῆρεν. ἀντιπεριέσπασαν δὲ τὸν Σαοῦλον ἀπὸ τῆς διώξεως τοῦ Δαυίδου μέλλοντος ἤδη συλλαμβάνεσθαι Παλαιστῖνοι πάλιν ἐπὶ τὴν Ἑβραίων ἐστρατευκέναι χάραν ἀκουσθέντες: ἐπὶ γὰρ τούτους ἀνέστρεψε φύσει πολεμίους ὄντας αὐτοὺς ἀμύνασθαι κρίνας ἀναγκαιότερον, ἢ τὸν ἴδιον σπουδάζοντα λαβεῖν ἐχθρὸν ὑπεριδεῖν τὴν γῆν κακωθεῖσαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기