호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
στρατηγὸν δὲ εἶχε τὸν τοῦ θείου παῖδα Ἀβήναρον· Νῆροσ δ’ ἐκεῖνοσ ἐκαλεῖτο, Νῆροσ δὲ καὶ Κεὶσ ὁ Σαούλου πατὴρ ἀδελφοὶ ἦσαν, υἱοὶ δ’ Ἀβελίου. ἦν δὲ καὶ πλῆθοσ ἁρμάτων Σαούλῳ καὶ ἱππέων, οἷσ δὲ πολεμήσειε νικήσασ ἀπηλλάσσετο, καὶ τοὺσ Ἑβραίουσ εἰσ εὐπραγίασ καὶ μέγεθοσ εὐδαιμονίασ προηγάγετο καὶ τῶν ἄλλων ἀπέδειξεν ἐθνῶν δυνατωτέρουσ, καὶ τῶν νέων τοὺσ δὴ καὶ μεγέθει καὶ κάλλει διαφέροντασ φύλακασ τοῦ σώματοσ ἐποιεῖτο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기