호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ Σαοῦλοσ κελεύει κυλισθῆναι λίθον μέγαν εἰσ μέσον καὶ κηρύσσει θύειν ἐπ’ αὐτοῦ τὸν ὄχλον τὰ ἱερεῖα καὶ τὰ κρέα μὴ σὺν τῷ αἵματι δαίνυσθαι· τοῦτο γὰρ οὐκ εἶναι τῷ θεῷ κεχαρισμένον. τοῦτο δὲ πάντων κατὰ τὴν πρόσταξιν τοῦ βασιλέωσ ποιησάντων ἵστησιν ἐκεῖ βωμὸν ὁ Σαοῦλοσ καὶ ὡλοκαύτωσεν ἐπ’ αὐτοῦ ἐκεῖ τῷ θεῷ. τοῦτον πρῶτον βωμὸν κατεσκεύασεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기