호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀκεῖθεν ἥξεις εἰς τὸ Ῥαχήλας καλούμενον μνημεῖον, ὅπου συμβαλεῖς τῷ σεσῶσθαί σου τὰς ὄνους εὐαγγελιουμένῳ:? ἔπειτ ἐκεῖθεν ἐλθὼν εἰς Γεβαθὰ προφήταις ἐκκλησιάζουσιν ἐπιτεύξῃ καὶ γενόμενος ἔνθεος προφητεύσεις σὺν αὐτοῖς, ὡς πάνθ ὅντιν ὁρῶντα ἐκπλήττεσθαί τε καὶ θαυμάζειν λέγοντα "πόθεν εἰς τοῦτο εὐδαιμονίας ὁ Κεισαίου παῖς παρῆλθεν· ὅταν δέ σοι ταῦτα γένηται τὰ σημεῖα, τὸν θεὸν ἴσθι μετὰ σοῦ τυγχάνοντα, ἄσπασαί τε τὸν πατέρα σου καὶ τοὺς συγγενεῖς. ἥξεις δὲ μετάπεμπτος εἰς Γάλγαλα ὑπ ἐμοῦ, ἵνα χαριστήρια τούτων θύσωμεν τῷ θεῷ. " φράσας ταῦτα καὶ προειπὼν ἀποπέμπει τὸν νεανίσκον:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기