호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δ’ οὔτε πολεμεῖν ὄντεσ ἱκανοὶ γῆν τε οὐκ ἔχοντεσ ἀρκοῦσαν πέμπουσιν ἐξ αὐτῶν πέντε ἄνδρασ εἰσ τὴν μεσόγειον κατοψομένουσ γῆν, εἰσ ἣν μετοικήσαιντο. οἱ δ’ οὐ πόρρω τοῦ Λιβάνου ὄρουσ καὶ ἐλάσσονοσ Ιὀρδάνου τῶν πηγῶν κατὰ τὸ μέγα πεδίον Σιδῶνοσ πόλεωσ ὁδὸν ἡμέρασ μιᾶσ προελθόντεσ καὶ κατασκεψάμενοι γῆν ἀγαθὴν καὶ πάμφορον σημαίνουσι τοῖσ αὑτῶν· οἱ δ’ ὁρμηθέντεσ στρατῷ κτίζουσιν αὐτόθι πόλιν Δάνα ὁμώνυμον τῷ Ιἀκώβου παιδὶ φυλῆσ δ’ ἐπώνυμον τῆσ αὐτῶν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기