호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φρύξαντες τῶν ἀσταχύων τὸ δράγμα καὶ πτίσαντες καὶ καθαρὰς πρὸς ἄλεστον τὰς κριθὰς ποιήσαντες τῷ βωμῷ ἀσσαρῶνα προσφέρουσι τῷ θεῷ, καὶ μίαν ἐξ αὐτοῦ δράκα ἐπιβαλόντες τὸ λοιπὸν ἀφιᾶσιν εἰς χρῆσιν τοῖς ἱερεῦσι:? καὶ τότε λοιπὸν δημοσίᾳ ἔξεστι πᾶσι καὶ ἰδίᾳ θερίζειν. θύουσι δ ἐπὶ ταῖς ἀπαρχαῖς τῶν καρπῶν ἀρνίον εἰς ὁλοκαύτωσιν τῷ θεῷ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기