호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τήν τε δωδεκάδα τῶν λίθων εἴτε τοὺς μῆνάς τις θέλοι νοεῖν, εἴτε τὸν οὕτως [ἀριθμὸν τῶν] ἀστέρων, ὃν ζωδιακὸν κύκλον Ἕλληνες καλοῦσι, τῆς κατ ἐκεῖνο γνώμης οὐκ ἂν ἁμάρτοι:? καὶ ὁ πῖλος δέ μοι δοκεῖ τὸν οὐρανὸν τεκμηριοῦν ὑακίνθινος πεποιημένος, οὐ γὰρ ἂν ἄλλως ὑπερανετίθετο αὐτῷ τὸ ὄνομα τοῦ θεοῦ τῇ στεφάνῃ ἠγλαϊσμένον καὶ ταύτῃ χρυσέᾳ, διὰ τὴν αὐγήν, ᾗ μάλιστα χαίρει τὸ θεῖον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기