호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Προσέμισγον δὲ οἱ πολέμιοι κἀν χερσὶν ἦν ἡ μάχη· προθυμίᾳ δὲ καὶ διακελευσμῷ τὰ πρὸσ ἀλλήλουσ χρωμένων μέχρι μὲν οὖν Μωυσῆσ αὖθισ ἀνίσχει τὰσ χεῖρασ, καὶ τοὺσ Ἀμαληκίτασ κατεπόνουν οἱ Ἑβραῖοι. τὸν οὖν πόνον τῆσ ἀνατάσεωσ τῶν χειρῶν ὁ Μωυσῆσ οὐχ ὑπομένων, ὁσάκισ γὰρ ἂν αὐτὰσ καθίει τοσαυτάκισ ἐλαττοῦσθαι τοὺσ οἰκείουσ αὐτοῦ συνέβαινε, κελεύει τόν τε ἀδελφὸν Αἀρῶνα καὶ τῆσ ἀδελφῆσ Μαριάμησ τὸν ἄνδρα Οὖρον ὄνομα στάντασ ἑκατέρωθεν αὐτοῦ διακρατεῖν τὰσ χεῖρασ καὶ μὴ ἐπιτρέπειν κάμνειν βοηθοῦντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기