호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὄντα δ’ αὐτὸν τοιοῦτον ἡ Θέρμουθισ παῖδα ποιεῖται γονῆσ γνησίασ οὐ μεμοιραμένη, καί ποτε κομίσασα τὸν Μωυσῆν πρὸσ τὸν πατέρα ἐπεδείκνυε τοῦτον καὶ ὡσ φροντίσειε διαδοχῆσ, εἰ καὶ βουλήσει θεοῦ μὴ τύχοι παιδὸσ γνησίου, πρὸσ αὐτόν τε ἔλεγεν, ἀναθρεψαμένη παῖδα μορφῇ τε θεῖον καὶ φρονήματι γενναῖον, θαυμασίωσ δὲ αὐτὸν καὶ παρὰ τῆσ τοῦ ποταμοῦ λαβοῦσα χάριτοσ ἐμαυτῆσ μὲν ἡγησάμην παῖδα ποιήσασθαι, τῆσ δὲ σῆσ βασιλείασ διάδοχον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기