호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ καθῆστο μὲν κατηφὴς καὶ συγκεχυμένη τὴν ἐπὶ τῷ διαμαρτεῖν τῆς ἐπιθυμίας λύπην ὡς ἐπὶ πείρᾳ διαφθορᾶς πλασαμένη μετ ὀργῆς, ἐλθόντι δὲ τἀνδρὶ καὶ πρὸς τὴν ὄψιν ταραχθέντι καὶ πυνθανομένῳ τὴν αἰτίαν τῆς κατηγορίας τῆς Ιὠσήπου κατήρξατο καί "τεθναίης, εἶπεν, ἄνερ, ἢ πονηρὸν δοῦλον κοίτην μιᾶναι τὴν σὴν θελήσαντα κόλασον, ὃς οὔθ οἱο῀ς ὢν εἰς τὸν ἡμέτερον οἶκον ἀφῖκται μνησθεὶς ἐσωφρόνησεν οὔθ ὧν ἐκ τῆς σῆς χρηστότητος ἔτυχεν, ἀλλ ἀχάριστος ὢν ἄν, εἰ μὴ πάντα παρεῖχεν αὑτὸν ἀγαθὸν εἰς ἡμᾶς, ἐπεβούλευσεν ὑβρίσαι γάμον τὸν σόν, καὶ ταῦτ ἐν ἑορτῇ τὴν σὴν ἀπουσίαν παραφυλάξας:??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기