호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνετέλλετο δὲ τοῖς πεμπομένοις λέγειν πρὸς τὸν Ἡσαῦν, ὅτι νομίσας Ιἄκωβος ἄδικον συνδιαιτᾶσθαι αὐτοῦ τῇ ὀργῇ τῆς χώρας ἑκὼν ὑπεξέλθοι, καὶ νῦν τὸν χρόνον ἱκανὸν ἡγούμενος εἶναι διαλλάκτην ἐπανήκοι γυναῖκάς τε καὶ παῖδας ἐπαγόμενος μετὰ τοῦ πορισθέντος βίου, μετὰ τῶν τιμιωτάτων ἑαυτὸν ἐκείνῳ παραδιδούς, ὅτι κρίνοι μέγιστον ἀγαθὸν τὸ τῷ ἀδελφῷ συμμεταλαμβάνειν τῶν ὑπὸ τοῦ θεοῦ δεδομένων.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기