호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ βοηθεῖν αὐτοῖσ δοκιμάσασ οὐκ ἀνέμεινεν, ἀλλ’ ἐπειχθεὶσ καὶ κατὰ πέμπτην ἐπιπεσὼν νύκτα τοῖσ Ἀσσυρίοισ περὶ Δάνον, οὕτωσ γὰρ ἡ ἑτέρα τοῦ Ιὀρδάνου προσαγορεύεται πηγή, καὶ φθάσασ πρὶν ἐν ὅπλοισ γενέσθαι τοὺσ μὲν ἐν ταῖσ κοίταισ ὄντασ ἀπέκτεινε μηδ’ ἐπίνοιαν τῆσ συμφορᾶσ ἔχοντασ, οἱ δὲ μήπω πρὸσ ὕπνον τετραμμένοι μάχεσθαι δ’ ὑπὸ μέθησ ἀδύνατοι ἔφυγον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기