호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μυρία παραδείγματα φέρειν δυναίμην ἂν ἐκ τῶν τοῦ Δημοσθένους λόγων τῶν τε δημηγορικῶν καὶ τῶν δικανικῶν, ἃ παρὰ τὸν Θουκυδίδου κατεσκεύασται χαρακτῆρα τὸν ἐν τῇ κοινῇ καὶ συνήθει διαλέκτῳ τὴν ἐξαλλαγὴν ἔχοντα. ἀλλ ἵνα μὴ μακρότερος τοῦ δέοντος ὁ λόγος γένοιτό μοι, τούτοις ἀρκεσθεὶς ἱκανοῖς οὖσι βεβαιῶσαι τὸ προκείμενον οὐκ ἂν ὀκνήσαιμι τοῖς ἀσκοῦσι τοὺς πολιτικοὺς λόγους ὑποτίθεσθαι τοῖς γε δὴ τὰς κρίσεις ἀδιαστρόφους ἔτι φυλάσσουσι, Δημοσθένει συμβούλῳ χρησαμένους, ὃν ἁπάντων ῥητόρων κράτιστον γεγενῆσθαι πειθόμεθα, ταύτας μιμεῖσθαι τὰς κατασκευάς, ἐν αἷς ἥ τε βραχύτης καὶ ἡ δεινότης καὶ ἡ ἰσχὺς καὶ ὁ τόνος καὶ ἡ μεγαλοπρέπεια καὶ αἱ συγγενεῖς ταύταις ἀρεταὶ πᾶσιν ἀνθρώποις εἰσὶ φανεραί: τὰς δὲ αἰνιγματώδεις καὶ δυσκαταμαθήτους καὶ γραμματικῶν ἐξηγήσεων δεομένας καὶ πολὺ τὸ βεβασανισμένον καὶ τὸ σολοικοφανὲς ἐν τοῖς σχηματισμοῖς ἐχούσας μήτε θαυμάζειν μήτε μιμεῖσθαι. ἵνα δὲ συνελὼν εἴπω, ἀμφότερα μὲν ἐπ ἴσης ζηλωτὰ εἶναι, τά τε μὴ σαφῶς εἰρημένα ὑπὸ τοῦ συγγραφέως καὶ τὰ προσειληφότα σὺν ταῖς ἄλλαις ἀρεταῖς τὴν σαφήνειαν, οὐκ ἔχει λόγον: ἀνάγκη δὲ ὁμολογεῖν κρείττονα τῶν ἀτελεστέρων εἶναι τὰ τελειότερα καὶ τῶν ἀφανεστέρων τά γ ἐμφανέστερα. τί οὖν μαθόντες ἅπασαν τὴν διάλεκτον τοῦ συγγραφέως ἐπαινοῦμεν καὶ βιαζόμεθα λέγειν, ὅτι τοῖς καθ ἑαυτὸν οὖσιν ἀνθρώποις αὐτὰ ὁ Θουκυδίδης ἔγραψε συνήθη πᾶσι καὶ γνώριμα ὄντα, ἡμῶν δὲ λόγος αὐτῷ τῶν ὕστερον ἐσομένων οὐκ ἦν, οἳ δ ἐκβάλλομεν ἐκ τῶν δικαστηρίων καὶ τῶν ἐκκλησιῶν ἅπασαν τὴν Θουκυδίδου λέξιν ὡς ἄχρηστον, ἀλλ οὐχ ὁμολογοῦμεν τὸ διηγηματικὸν μέρος αὐτῆς πλὴν ὀλίγων πάνυ θαυμαστῶς ἔχειν καὶ εἰς πάσας εἶναι τὰς χρείας εὔθετον, τὸ δὲ δημηγορικὸν οὐχ ἅπαν εἰς μίμησιν ἐπιτήδειον εἶναι, ἀλλ ὅσον ἐστὶν αὐτοῦ μέρος γνωσθῆναι μὲν ἅπασιν ἀνθρώποις εὔπορον, κατασκευασθῆναι δ οὐχ ἅπασι δυνατόν· τούτων ἡδίω μὲν εἶχόν σοι περὶ Θουκυδίδου γράφειν, ὦ βέλτιστε Κόιντε Αἴλιε Τουβέρων, οὐ μὴν ἀληθέστερα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기