호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ῥητόρων δὲ Δημοσθένης μόνος, ὥσπερ τῶν ἄλλων ὅσοι μέγα τι καὶ λαμπρὸν ἔδοξαν ποιεῖν ἐν λόγοις, οὕτω καὶ Θουκυδίδου ζηλωτὴς ἐγένετο κατὰ πολλὰ καὶ προσέθηκε τοῖς πολιτικοῖς λόγοις παρ ἐκείνου λαβών, ἃς οὔτε Ἀντιφῶν οὔτε Λυσίας οὔτε Ἰσοκράτης οἱ πρωτεύσαντες τῶν τότε ῥητόρων ἔσχον ἀρετάς, τὰ τάχη λέγω καὶ τὰς συστροφὰς καὶ τοὺς τόνους καὶ τὸ πικρὸν καὶ τὸ στριφνὸν καὶ τὴν ἐξεγείρουσαν τὰ πάθη δεινότητα: τὸ δὲ κατάγλωσσον τῆς λέξεως καὶ ξένον καὶ ποιητικὸν οὐχ ἡγησάμενος ἐπιτήδεια τοῖς ἀληθινοῖς ἀγῶσι παρέλιπε, καὶ οὐδὲ τῶν σχημάτων τὸ πεπλανημένον ἐκ τῆς κατὰ φύσιν ἀκολουθίας καὶ τὸ σολοικοφανὲς ἠγάπησεν, ἀλλ ἐν τοῖς συνήθεσιν ἔμεινε, ταῖς μεταβολαῖς καὶ τῇ ποικιλίᾳ καὶ τῷ μηδὲν ἁπλῶς ἀσχημάτιστον ἐκφέρειν νόημα κοσμῶν τὴν φράσιν. καὶ διὰ μακροῦ κομιζομένας τὴν ἀκολουθίαν καὶ ἐκ παραδόξου τὰ ἐνθυμήματα φερούσας ἐζήλωσέν τε καὶ προσέθηκε τοῖς τε δημηγορικοῖς καὶ τοῖς δικανικοῖς λόγοις, ἧττον μὲν ἐπὶ τῶν ἰδιωτικῶν, δαψιλέστερον δὲ ἐπὶ τῶν δημοσίων ἀγώνων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기