- 텍스트

Dionysius of Halicarnassus, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿?, chapter 52

(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 52)

εἷς ἔτι μοι καταλείπεται λόγος ὁ περὶ τῶν μιμησαμένων τὸν ἄνδρα ῥητόρων τε καὶ συγγραφέων, ἀναγκαῖος μὲν ὤν, ὥσπέρ τις καὶ ἄλλος, εἰς τὴν συντέλειαν τῆς ὑποθέσεως, ὄκνον δέ τινα καὶ πολλὴν εὐλάβειαν ἡμῖν παρέχων, μή τινα παράσχωμεν ἀφορμὴν διαβολῆς τοῖς πάντα συκοφαντεῖν εἰωθόσιν ἀλλοτρίαν τῆς ἐπιεικείας, ᾗ κεχρήμεθα καὶ περὶ τοὺς λόγους καὶ περὶ τὰ ἤθη: οἷς τάχα βάσκανόν τι καὶ κακόηθες πρᾶγμα δόξομεν, εἰ τοὺς μὴ καλῶς τῇ μιμήσει χρησαμένους παράγομεν καὶ παρεχόμεθα τὰς γραφὰς αὐτῶν, ἐφ αἷς μέγιστον ἐφρόνουν ἐκεῖνοι καὶ δι ἃς πλούτους τε μεγάλους ἐκτήσαντο καὶ δόξης λαμπρᾶς κατηξιώθησαν. ἵνα δὲ μηδεμία ὑποψία καθ ἡμῶν τοιαύτη γένηται, τὸ μὲν ἐπιτιμᾶν τισι καὶ μεμνῆσθαι τῶν ἡμαρτημένων αὐτοῖς ἐάσομεν: περὶ δὲ τῶν κατορθωσάντων ἐν τῇ μιμήσει μικρὰ προσθέντες ἔτι καταπαύσομεν αὐτοῦ τὸν λόγον. λυμαινομένη τὰ καλὰ καὶ σκότον παρέχουσα ταῖς ἀρεταῖς ἀσάφεια παρῆλθεν εἰς τοὺς λόγους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION