- 텍스트

Dionysius of Halicarnassus, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿?, chapter 50

(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 50)

ἀνάγκη δὲ καὶ τὰ λεγόμενα ὑπὲρ αὐτοῦ τισιν ἐξετάσαι δἰ ὀλίγων, ἵνα μηδὲν παρεἱκέναι δοκῶ. ὅτι μὲν οὖν οὔτ εἰς τοὺς πολιτικοὺς ἀγῶνας ἐπιτήδειός ἐστιν οὔτ εἰς τὰς ὁμιλίας τὰς ἰδιωτικὰς οὗτος ὁ χαρακτήρ, ἅπαντες ὁμολογήσουσιν οἱ μὴ διεφθαρμένοι τὴν διάνοιαν ἀλλ ἐν τῷ κατὰ φύσιν τὰς αἰσθήσεις ἔχοντες. ἐπιχειροῦσι δέ τινες οὐκ ἄδοξοι σοφισταὶ λέγειν, ὅτι τοῖς μὲν πρὸς τὰς ὀχλικὰς ἐντεύξεις παρεσκευασμένοις καὶ τὰ δίκαια λέγουσιν οὐκ ἔστιν ἐπιτήδειος οὗτος ὁ χαρακτήρ, τοῖς δὲ τὰς ἱστορικὰς πραγματείας ἐκφέρουσιν, αἷς μεγαλοπρεπείας τε δεῖ καὶ σεμνολογίας καὶ καταπλήξεως, παντὸς μάλιστα προσήκει ταύτην ἀσκεῖν τὴν φράσιν τὴν γλωττηματικήν τε καὶ ἀπηρχαιωμένην καὶ τροπικὴν καὶ ἐξηλλαγμένην τῶν ἐν ἔθει σχημάτων ἐπὶ τὸ ξένον καὶ περιττόν. οὐ γὰρ ἀγοραίοις ἀνθρώποις οὐδ ἐπιδιφρίοις ἢ χειροτέχναις οὐδὲ τοῖς ἄλλοις οἳ μὴ μετέσχον ἀγωγῆς ἐλευθερίου ταύτας κατασκευάζεσθαι τὰς γραφάς, ἀλλ ἀνδράσι διὰ τῶν ἐγκυκλίων μαθημάτων ἐπὶ ῥητορικήν τε καὶ φιλοσοφίαν ἐληλυθόσιν, οἷς οὐδὲν φανήσεται τούτων ξένον. οἷς ἦν ἡ διάλεκτος χρήσιμος οὗτος ὁ χαρακτὴρ οὔτ εἰς τοὺς συμβουλευτικοὺς οὔτ εἰς τοὺς δικανικοὺς ἀγῶνας, ἐν οἷς οἵ τ ἐκκλησιάζοντες καὶ οἱ δικάζοντες, οὐχ οἱούς ὁ Θουκυδίδης ὑπέθετο, συνέρχονται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION