호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστι δὲ καὶ ἄλλα ἐν τῇ δημηγορίᾳ ταύτῃ μέμψεως ἄξια, περὶ ὧν οὐδὲν δέομαι τὰ πλείω λέγειν: ἱκανῶς δ οἰόμαι καὶ διὰ τούτων φανερὸν πεποιηκέναι τὸ προκείμενον, ὅτι τῆς Θουκυδίδου λέξεως κρατίστη μέν ἐστιν ἡ μετρίως ἐκβεβηκυῖα τὰ συνήθη καὶ τὰς πρώτας καὶ ἀναγκαίας ἀρετὰς φυλάσσουσα, χείρων δὲ ἡ λαμβάνουσα πολλὴν ἐκτροπὴν ἐκ τῶν κοινῶν ὀνομάτων τε καὶ σχημάτων εἰς τὰ ξένα καὶ βεβιασμένα καὶ ἀνακολούθητα, δἰ ἣν οὐδὲ τῶν ἄλλων ἀρετῶν οὐδεμίαι τὴν ἑαυτῶν ἐπιδείκνυνται δύναμιν. οὔτε γὰρ ἐν ταῖς ἐκκλησίαις χρήσιμόν ἐστι τοῦτο τὸ γένος τῆς φράσεως, ἐν αἷς ὑπὲρ εἰρήνης καὶ πολέμου καὶ νόμων εἰσφορᾶς καὶ πολιτειῶν κόσμου καὶ τῶν ἄλλων τῶν κοινῶν καὶ μεγάλων αἱ πόλεις βουλευσόμεναι συνέρχονται, οὔτ ἐν τοῖς δικαστηρίοις, ἔνθα περὶ θανάτου καὶ φυγῆς καὶ ἀτιμίας καὶ δεσμῶν καὶ χρημάτων ἀφαιρέσεως οἱ λόγοι πρὸς τοὺς ἀνειληφότας τὴν ὑπὲρ τούτων ἐξουσίαν λέγονται αἳ λυποῦσι τὸν πολιτικὸν ὄχλον οὐκ ὄντα τῶν τοιούτων ἀκουσμάτων ἐν ἔθει, οὔτ ἐν ταῖς ἰδιωτικαῖς ὁμιλίαις, ἐν αἷς περὶ τῶν βιωτικῶν διαλεγόμεθα πολίταις ἢ φίλοις ἢ συγγενέσιν διηγούμενοί τι τῶν συμβεβηκότων ἑαυτοῖς ἢ συμβουλευόμενοι περί τινος τῶν ἀναγκαίων, ἢ νουθετοῦντες ἢ παρακαλοῦντες ἢ συνηδόμενοι τοῖς ἀγαθοῖς ἢ συναλγοῦντες τοῖς κακοῖς: ἐῶ γὰρ λέγειν, ὅτι τῶν οὕτως διαλεγομένων οὐδὲ αἱ μητέρες ἂν καὶ οἱ πατέρες ἀνάσχοιντο διὰ τὴν ἀηδίαν, ἀλλ ὥσπερ ἀλλοεθνοῦς γλώσσης ἀκούοντες τῶν ἑρμηνευσόντων ἂν δεηθεῖεν. ταῦτα ἔστιν ἃ περὶ τοῦ συγγραφέως ἐπείσθην, μετὰ πάσης ἀληθείας εἰρημένα κατὰ τὴν ἐμὴν δύναμιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기