호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὀχληρὰ δὲ κἀκεῖνα τὰ μειρακιώδη καλλωπίσματα τῆς λέξεως καὶ τὰ πολύπλοκα τῶν ἐνθυμημάτων σχήματα: ἰέναι δὲ τοῖς ἐχθροῖς ὁμόσε καὶ ἀμύνεσθαι μὴ φρονήματι μόνον, ἀλλὰ καὶ καταφρονήματι. φρόνημα μὲν γὰρ καὶ ὑπὸ ἀμαθίας εὐτυχοῦς καὶ δειλῷ τινι ἐγγίγνεται: καταφρόνησις δέ, ὃς ἂν καὶ γνώμῃ πιστεύῃ τῶν ἐναντίων προέχειν: ὃ ἡμῖν ὑπάρχει. καὶ τὴν τόλμαν ἀπὸ τῆς ὁμοίας τύχης ἡ σύνεσις ἐκ τοῦ ὑπέρφρονος ὀχυρωτέραν παρέχεται: ἐλπίδι τε ἧσσον πιστεύει, ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς: γνώμῃ δὲ ἀπὸ τῶν ὑπαρχόντων, ἧς βεβαιοτέρα ἡ πρόνοια. τά τε γὰρ φρονήματα ψυχρότερά ἐστι καὶ τῆς Γοργίου προαιρέσεως μᾶλλον οἰκειότερα, ἥ τε τῶν ὀνομάτων ἐξήγησις ἀμφότερον σοφιστικὴ καὶ ἀπειρόκαλος: ἥ τε τόλμα ἣν ἀπὸ τῆς ὁμοίας τύχης ἡ σύνεσις ἐκ τοῦ ὑπέρφρονος ὀχυρωτέραν παρέχεται τῶν Ἡρακλειτείων σκοτεινῶν ἀσαφεστέραν ἔχει τὴν δήλωσιν, ἥ τε τῆς ἐλπίδος ἐν τῷ ἀπόρῳ ἰσχύς καὶ ἡ τῆς γνώμης ἀπὸ τῶν ὑπαρχόντων βεβαιοτέρα πρόνοια ποιητικώτερον περιπέφρασται: βούλεται γὰρ λέγειν, ὅτι δεῖ τῇ γνώμῃ πιστεύειν μᾶλλον, ἣν ἐκ τῶν παρόντων λαμβάνομεν, ἢ ταῖς ἐλπίσιν, ὧν ἐν τῷ μέλλοντι ἐστὶν ἡ ἰσχύς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기