호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σχῆμά τε οὐ τοῦτο τῇ διανοίᾳ πρεπωδέστατον ἦν, τὸ ἐπιτιμητικόν, ἀλλὰ τὸ παραιτητικόν: οὐ γὰρ ἐρεθίζειν προσήκει τὰς τῶν ὄχλων ὀργὰς τοὺς δημηγοροῦντας ἀλλὰ πραϋ´νειν. τούτοις ἐπιτίθησι διάνοιαν ἀληθῆ μὲν καὶ δεινῶς ἀπηγγελμένην, οὐ μέντοι γε τῷ παρόντι καιρῷ χρησίμην: ἐγὼ γὰρ ἡγοῦμαι φησί πόλιν πλείω ξύμπασαν ὀρθουμένην ὠφελεῖν τοὺς ἰδιώτας ἢ καθ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν, ἀθρόαν δὲ σφαλλομένην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기