호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν δ ἐν τῇ δευτέρᾳ βύβλῳ Περικλέους ἀπολογίαν, ἣν ὑπὲρ αὑτοῦ διετίθετο τραχυνομένων Ἀθηναίων, ὅτι τὸν πόλεμον ἔπεισεν αὐτοὺς ἀναλαβεῖν, οὐχ ὅλην ἐπαινῶ: οὐδὲ τὰς περὶ τῆς Μυτιληναίων πόλεως δημηγορίας, ἃς διέθεντο Κλέων καὶ Διόδοτος, τὰς ἐν τῇ τρίτῃ βύβλῳ: οὐδὲ τὴν Ἑρμοκράτους τοῦ Συρακοσίου πρὸς Καμαριναίους: οὐδὲ τὴν Εὐφήμου τοῦ πρεσβευτοῦ τῶν Ἀθηναίων τὴν ἐναντίαν ταύτης, οὐδὲ τὰς ὁμοίας ταύταις: οὐ γὰρ ἀνάγκη πάσας ἐξαριθμεῖσθαι τὰς εἰς τὸν αὐτὸν κατεσκευασμένας τῆς διαλέκτου χαρακτῆρα. πολλὰς παρασχέσθαι πίστεις δυνάμενος δυσὶν ἀρκεσθήσομαι δημηγορίαις, ἵνα μὴ μακρὸς ὁ λόγος γένηται, τῇ Περικλέους ἀπολογίᾳ καὶ τῇ Ἑρμοκράτους πρὸς Καμαριναίους κατηγορίᾳ κατὰ τῆς Ἀθηναίων πόλεως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기