호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ δημηγορικῶν λόγων τεθαύμακα μὲν τὸν ἐν τῇ πρώτῃ βύβλῳ ῥηθέντα ἐν Ἀθήναις ὑπὸ Περικλέους περὶ τοῦ μὴ εἴκειν Λακεδαιμονίοις, τὸν ἔχοντα τήνδε τὴν ἀρχήν: τῆς μὲν γνώμης, ὦ ἄνδρες Ἀθηναῖοι, ἀεὶ τῆς αὐτῆς ἔχομαι, μὴ εἴκειν Πελοποννησίοις ὡς καὶ τοῖς ἐνθυμήμασιν ἡρμηνευμένον δαιμονίως καὶ οὔτε κατὰ τὴν σύνθεσιν τῶν μορίων οὔτε κατὰ τὴν ἐξαλλαγὴν τῶν σχηματισμῶν τῶν ἀνακολούθων καὶ βεβιασμένων ἐνοχλοῦντα τὰς ἀκοάς, πάσας δὲ περιειληφότα τὰς ἀρετάς, ὁπόσαι γίγνονται περὶ δημηγορικοὺς λόγους: καὶ τοὺς ὑπὸ Νικίου τοῦ στρατηγοῦ ῥηθέντας ἐν Ἀθήναις ὑπὲρ τῆς εἰς Σικελίαν στρατείας: τήν τε πεμφθεῖσαν ὑπὸ αὐτοῦ τοῖς Ἀθηναίοις ἐπιστολήν, ἐν ᾗ χρῄζει συμμαχίας ἄλλης καὶ διαδόχου, κάμνων τὸ σῶμα ὑπὸ νόσου: καὶ τὴν παράκλησιν τῶν στρατιωτῶν, ἣν ἐποιήσατο πρὸ τῆς τελευταίας ναυμαχίας: καὶ τὸν παραμυθητικὸν λόγον, ὅτε πεζῇ τὴν στρατιὰν ἔμελλεν ἀπάγειν, ἀπολωλεκὼς τὰς τριήρεις ἁπάσας: καὶ εἴ τινές εἰσιν ἄλλαι τοιαῦται δημηγορίαι καθαραὶ καὶ σαφεῖς καὶ εἰς τοὺς ἀληθινοὺς ἀγῶνας ἐπιτήδειοι. ὑπὲρ ἁπάσας δὲ τὰς ἐν ταῖς ἑπτὰ βύβλοις φερομένας τὴν Πλαταιέων ἀπολογίαν τεθαύμακα παρ οὐδὲν οὕτως ἕτερον ὡς τὸ μὴ βεβασανίσθαι μηδὲ κατεπιτετηδεῦσθαι, ἀληθεῖ δέ τινι καὶ φυσικῷ κεκοσμῆσθαι χρώματι. τά τε γὰρ ἐνθυμήματα πάθους ἐστὶ μεστὰ καὶ ἡ λέξις οὐκ ἀποστρέφουσα τὰς ἀκοάς:
ἥ τε γὰρ σύνθεσις εὐεπὴς καὶ τὰ σχήματα τῶν πραγμάτων ἴδια. ταῦτα δὴ τὰ Θουκυδίδου ζηλωτὰ ἔργα, καὶ ἀπὸ τούτων τὰ μιμήματα τοῖς ἱστοριογραφοῦσιν ὑποτίθεμαι λαμβάνειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기