- 텍스트

Dionysius of Halicarnassus, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿?, chapter 41

(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 41)

πολλὰς δυνάμενος ἔτι διανοίας παρασχέσθαι τὸ συνετὸν ἐχούσας πονηρόν, ἵνα μὴ πλείων ὁ λόγος γένοιτό μοι τοῦ μετρίου, τὴν τελευταίαν ἔτι προσθήκην παραλήψομαι μόνην, ἣν ἀπαλλαττόμενος ἐκ τοῦ συλλόγου ὁ Ἀθηναῖος εἴρηκεν: ἀλλ ὑμῶν τὰ μὲν ἰσχυρὰ ὄντα ἐλπιζόμενα μέλλεται, τὰ δὲ παρόντα βραχέα πρὸς τὰ ἤδη ἀντιτεταγμένα περιγενέσθαι. πολλήν γε ἀλογίαν φησί τῆς διανοίας παρέχετε, εἰ μὴ μεταστησάμενοι ἡμᾶς ἄλλό τι τῶνδε σωφρονέστερον γνώσεσθε. οἷς ἐπιτίθησιν οὐ γὰρ δὴ ἐπί γε τὴν ἐν τοῖς αἰσχροῖς καὶ προὔπτοις κινδύνοις πλεῖστα διαφθείρουσαν ἀνθρώπους αἰσχύνην τρέψεσθε. πολλοῖς γὰρ προορωμένοις ἔτι ἐς οἱᾶ φέρονται τὸ αἰσχρὸν καλούμενον ὀνόματος ἐπαγωγοῦ δυνάμεις ἐπεσπάσατο ἡσσηθεῖσι τοῦ ῥήματος ἔργῳ συμφοραῖς ἀνηκέστοις ὁρῶντας περιπεσεῖν. συγγραφεὺς τῷ συλλόγῳ τότε παρατυχὼν οὔτε τῶν διαθεμένων αὐτοὺς Ἀθηναίων ἢ Μηλίων ἤκουσεν, ἐξ ὧν αὐτὸς ἐν τῇ πρὸ ταύτης βύβλῳ περὶ αὑτοῦ γράφει, μαθεῖν ῥᾴδιον, ὅτι μετὰ τὴν ἐν Ἀμφιπόλει στρατηγίαν ἐξελαθεὶς τῆς πατρίδος πάντα τὸν λοιπὸν τοῦ πολέμου χρόνον ἐν Θρᾴκῃ διέτριψε.

λείπεται δὴ σκοπεῖν, εἰ τοῖς τε πράγμασι προσήκοντα καὶ τοῖς συνεληλυθόσιν εἰς τὸν σύλλογον προσώποις ἁρμόττοντα πέπλακε τὸν διάλογον ἐχόμενος ὡς ἔγγιστα τῆς συμπάσης γνώμης τῶν ἀληθῶς λεχθέντων, ὡς αὐτὸς ἐν τῷ προοιμίῳ τῆς ἱστορίας προείρηκεν.

ἆρ οὖν ὥσπερ τοῖς Μηλίοις οἰκεῖοι καὶ προσήκοντες ἦσαν οἱ περὶ τῆς ἐλευθερίας λόγοι παρακαλοῦντες τοὺς Ἀθηναίους μὴ καταδουλοῦσθαι πόλιν Ἑλληνίδα μηδὲν ἁμαρτάνουσαν εἰς αὐτούς, οὕτως καὶ τοῖς Ἀθηναίων στρατηγοῖς πρέποντες ἦσαν οἱ περὶ τῶν δικαίων μήτ ἐξετάζειν ἐῶντες μήτε λέγειν, ἀλλὰ τὸν τῆς βίας καὶ πλεονεξίας νόμον εἰσάγοντες καὶ ταῦτ εἶναι δίκαια τοῖς ἀσθενέσιν ἀποφαίνοντες, ὅσα τοῖς ἰσχυροτέροις δοκεῖ· ἐγὼ μὲν γὰρ οὐκ οἰόμαι τοῖς ἐκ τῆς εὐνομωτάτης πόλεως ἐπὶ τὰς ἔξω πόλεις ἀποστελλομένοις ἡγεμόσι ταῦτα προσήκειν λέγεσθαι, οὐδ ἂν ἀξιώσαιμι τοὺς μὲν μικροπολίτας καὶ μηδὲν ἔργον ἐπιφανὲς ἀποδειξαμένους Μηλίους πλέονα τοῦ καλοῦ ποιεῖσθαι πρόνοιαν ἢ τοῦ ἀσφαλοῦς καὶ πάντα ἑτοίμους εἶναι τὰ δεινὰ ὑποφέρειν, ἵνα μηδὲν ἄσχημον ἀναγκασθῶσι πράττειν, τοὺς δὲ προελομένους τήν τε χώραν καὶ τὴν πόλιν ἐκλιπεῖν κατὰ τὸν Περσικὸν πόλεμον Ἀθηναίους, ἵνα μηδὲν αἰσχρὸν ὑπομείνωσιν ἐπίταγμα, τῶν ταὐτὰ προαιρουμένων ὡς ἀνοήτων κατηγορεῖν. οἰόμαι δ, ὅτι κἂν εἴ τινες ἄλλοι παρόντων Ἀθηναίων ταῦτα ἐπεχείρουν λέγειν, ἐπαχθῶς ἤνεγκαν ἂν οἱ τὸν κοινὸν βίον ἐξημερώσαντες. ἐγὼ μὲν δὴ διὰ ταύτας τὰς αἰτίας οὐκ ἐπαινῶ τὸν διάλογον τοῦτον ἀντιπαρεξετάζων τὸν ἕτερον.

ἐν ἐκείνῳ μὲν γὰρ Ἀρχίδαμος ὁ Λακεδαιμόνιος δίκαιά τε προκαλεῖται τοὺς Πλαταιεῖς καὶ λέξει κέχρηται καθαρᾷ καὶ σαφεῖ καὶ οὐδὲν ἐχούσῃ σχῆμα βεβασανισμένον οὐδὲ ἀνακόλουθον: ἐν τούτῳ δὲ οἱ φρονιμώτατοι τῶν Ἑλλήνων αἴσχιστα μὲν ἐνθυμήματα φέρουσιν, ἀηδεστάτῃ δ αὐτὰ περιλαμβάνουσι λέξει:

εἰ μὴ ἄρα μνησικακῶν ὁ συγγραφεὺς τῇ πόλει διὰ τὴν καταδίκην ταῦτα τὰ ὀνείδη κατεσκέδασεν αὐτῆς, ἐξ ὧν ἅπαντες μισήσειν αὐτὴν ἔμελλον. ἃ γὰρ οἱ προεστηκότες τῶν πόλεων καὶ τηλικαύτας ἐξουσίας πιστευόμενοι φρονεῖν τε καὶ λέγειν ἐοίκασιν πρὸς τὰς πόλεις ὑπὲρ τῆς αὑτῶν πατρίδος, ταῦτα κοινὰ ὑπολαμβάνουσιν ἅπαντες εἶναι τῆς ἀποστελλούσης πόλεως αὐτούς. καὶ περὶ μὲν τῶν διαλόγων ἅλις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION