- 텍스트

Dionysius of Halicarnassus, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿?, chapter 40 1:

(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 40 1:)

ταῦτ οὐκ οἶδα πῶς ἄν τις ἐπαινέσειεν ὡς προσήκοντα εἰρῆσθαι στρατηγοῖς Ἀθηναίων, ὅτι λυμαίνεται τοὺς ἀνθρώπους ἡ παρὰ τῶν θεῶν ἐλπὶς καὶ οὔτε χρησμῶν ὄφελος οὔτε μαντικῆς τοῖς εὐσεβῆ καὶ δίκαιον προῃρημένοις τὸν βίον. εἰ γάρ τι καὶ ἄλλο, τῆς Ἀθηναίων πόλεως καὶ τοῦτ ἐν τοῖς πρώτοις ἐστὶν ἐγκώμιον, τὸ περὶ παντὸς πράγματος καὶ ἐν παντὶ καιρῷ τοῖς θεοῖς ἕπεσθαι καὶ μηδὲν ἄνευ μαντικῆς καὶ χρησμῶν ἐπιτελεῖν. λεγόντων τε τῶν Μηλίων, ὅτι σὺν τῇ παρὰ τῶν θεῶν βοηθείᾳ καὶ Λακεδαιμονίοις πεποίθασιν, οὓς εἰ καὶ διὰ μηδὲν ἄλλο, διὰ γοῦν τὴν αἰσχύνην αὐτοῖς βοηθήσειν καὶ οὐ περιόψεσθαι συγγενεῖς ἀπολλυμένους, αὐθαδέστερον ἔτι τὸν Ἀθηναῖον ἀποκρινόμενον εἰσάγει: τῆς μὲν τοίνυν πρὸς τὸ θεῖον εὐμενείας οὐδ ἡμεῖς οἰόμεθα λελείψεσθαι: οὐδὲν γὰρ ἔξω τῆς μὲν ἀνθρωπείας, τῆς δ εἰς τὸ θεῖον νεμέσεως τῶν τ εἰς σφᾶς αὐτοὺς βουλήσεων δικαιοῦμεν ἢ πράσσομεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION