호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὓς ἠλευθέρωσαν ἀπὸ τῶν Μήδων, οὐκ ἦν προσήκοντα εἰρῆσθαι, ὅτι τὰ δίκαια τοῖς ἴσοις ἐστὶ πρὸς ἀλλήλους, τὰ δὲ βίαια τοῖς ἰσχυροῖς πρὸς τοὺς ἀσθενεῖς. ὀλίγα δὲ πρὸς ταῦτα τῶν Μηλίων ἀποκριναμένων, ὅτι καλῶς ἂν ἔχοι τοῖς Ἀθηναίοις προνοεῖν τοῦ δικαίου, μὴ καὶ αὐτοί ποτε σφαλέντες ὑπ ἄλλων ἐξουσίᾳ γένωνται καὶ τὰ αὐτὰ πάσχωσιν ὑπὸ τῶν ἰσχυροτέρων, ἀποκρινόμενον ποιεῖ τὸν Ἀθηναῖον ἡμεῖς δὲ τῆς ἡμετέρας ἀρχῆς, ἢν καὶ παυθῇ, οὐκ ἀθυμοῦμεν τὴν τελευτήν, τούτου δ αἰτίαν ἀποδιδόντα, ὅτι κἂν καταλύσωσιν αὐτῶν Λακεδαιμόνιοι τὴν ἀρχήν, συγγνώμην ἕξουσι, καὶ αὐτοὶ πολλὰ τοιαῦτα πράσσοντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기