호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βασιλεῦσι γὰρ βαρβάροις ταῦτα πρὸς Ἕλληνας ἡρ´μοττε λέγειν: οὓς ἠλευθέρωσαν ἀπὸ τῶν Μήδων, οὐκ ἦν προσήκοντα εἰρῆσθαι, ὅτι τὰ δίκαια τοῖς ἴσοις ἐστὶ πρὸς ἀλλήλους, τὰ δὲ βίαια τοῖς ἰσχυροῖς πρὸς τοὺς ἀσθενεῖς. ὀλίγα δὲ πρὸς ταῦτα τῶν Μηλίων ἀποκριναμένων, ὅτι καλῶς ἂν ἔχοι τοῖς Ἀθηναίοις προνοεῖν τοῦ δικαίου, μὴ καὶ αὐτοί ποτε σφαλέντες ὑπ ἄλλων ἐξουσίᾳ γένωνται καὶ τὰ αὐτὰ πάσχωσιν ὑπὸ τῶν ἰσχυροτέρων, ἀποκρινόμενον ποιεῖ τὸν Ἀθηναῖον ἡμεῖς δὲ τῆς ἡμετέρας ἀρχῆς, ἢν καὶ παυθῇ, οὐκ ἀθυμοῦμεν τὴν τελευτήν, τούτου δ αἰτίαν ἀποδιδόντα, ὅτι κἂν καταλύσωσιν αὐτῶν Λακεδαιμόνιοι τὴν ἀρχήν, συγγνώμην ἕξουσι, καὶ αὐτοὶ πολλὰ τοιαῦτα πράσσοντες. θήσω δὲ καὶ τὴν λέξιν αὐτοῦ:
οὐ γὰρ οἱ ἄρχοντες ἄλλων, ὥσπερ καὶ Λακεδαιμόνιοι, οὗτοι δεινοὶ τοῖς νικηθεῖσι. τοῦτο δὲ ὅμοιόν ἐστι τῷ λέγειν, ὅτι παρὰ τοῖς τυράννοις οὐ μισοῦνται τύραννοι. οἷς ἐπιτίθησιν καὶ περὶ μὲν τούτου ἡμῖν ἀφείσθω κινδυνεύεσθαι, ὃ μόγις ἂν εἶπεν τῶν καταποντιστῶν τις ἢ λῃστῶν οὐδὲν ἐπιστρέφομαι τῆς μετὰ ταῦτα τιμωρίας χαρισάμενος ἐπιθυμίαις ἐν τῷ παρόντι. ἔπειτ ὀλίγων τῶν μεταξὺ γενομένων ἀμοιβαίων καὶ τῶν Μηλίων εἰς ἐπιεικῆ συγκαταβαινόντων αἱρ´εσιν ὥστε δὲ ἡσυχίαν ἄγοντας ἡμᾶς φίλους μὲν εἶναι ἀντὶ πολεμίων, ξυμμάχους δὲ μηδετέρων οὐκ ἂν δέξαισθε· ἀποκρινόμενον ποιεῖ τὸν Ἀθηναῖον οὐ γὰρ τοσοῦτον ἡμᾶς βλάπτει ἡ ἔχθρα ὑμῶν, ὅσον ἡ φιλία μὲν ἀσθενείας, τὸ δὲ μῖσος δυνάμεως παράδειγμα τοῖς ἀρχομένοις δηλούμενον, ἐνθύμημα πονηρὸν καὶ σκολιῶς ἀπηγγελμένον: εἰ δὲ τὸ νόημα βούλεταί τις αὐτοῦ σκοπεῖν, τοιόνδε ἐστίν, ὅτι φιλοῦντες μὲν ἡμᾶς ἀσθενεῖς φαίνεσθαι πρὸς τοὺς ἄλλους ποιήσετε, μισοῦντες δὲ ἰσχυρούς: οὐ γὰρ ζητοῦμεν εὐνοίᾳ τῶν ὑπηκόων ἄρχειν, ἀλλὰ φόβῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기