호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτο δὲ οὔτε τῷ θηλυκῷ καὶ ἑνικῷ καὶ ὀνοματικῷ προσαρμοττόμενον σῴζει τὴν ἀκολουθίαν οὔτε τῷ πληθυντικῷ καὶ οὐδετέρῳ καὶ κατὰ τὴν αἰτιατικὴν ἐσχηματισμένῳ πτῶσιν. ἦν δ ἂν ὁ λόγος κατάλληλος οὕτω σχηματισθείς: ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθ ἡσυχίαν ἀλλήλους οὐ ψέγεται, τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα διαφέροντα αὐτῆς φαίνεται. τούτοις ἐπιτίθησιν ἐνθύμημα νενοημένον μὲν οὐκ ἀτόπως, ἡρμηνευμένον δὲ οὐκ εὐπαρακολουθήτως: εἰ μὲν τοίνυν ὑπονοίας τῶν μελλόντων λογιούμενοι ἢ ἄλλο τι ξυνήκετε, ἢ ἐκ τῶν παρόντων καὶ ὧν ὁρᾶτε περὶ σωτηρίας βουλεύσαντες τῇ πόλει, παυόμεθα: εἰ δ ἐπὶτοῦτο, λέγοιμεν ἄν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기