호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ γὰρ Θηβαίων τῶν ἡμῖν ἐχθίστων ἐπὶ δουλείᾳ τῇ ἡμετέρᾳ ἥκετε. μάρτυρασ δὲ θεοὺσ τούσ τε ὁρκίουσ τότε γενομένουσ ποιούμενοι καὶ τοὺσ ὑμετέρουσ πατρῴουσ καὶ ἡμετέρουσ ἐγχωρίουσ λέγομεν ὑμῖν, γῆν τὴν Πλαταιίδα μὴ ἀδικεῖν μηδὲ παραβαίνειν τοὺσ ὁρ́κουσ, ἐᾶν δὲ οἰκεῖν αὐτονόμουσ, ὥσπερ Παυσανίασ ἐδικαίωσε. τοιαῦτα τῶν Πλαταιέων λεγόντων Ἀρχίδαμοσ ἀποκρίνεται τοιάδε· δίκαια λέγετε, ὦ ἄνδρεσ Πλαταιεῖσ, ἢν ποιῆτε ὅμοια τοῖσ λόγοισ. καθάπερ γὰρ Παυσανίασ ὑμῖν παρέδωκεν, αὐτοί τε αὐτονομεῖσθε καὶ τοὺσ ἄλλουσ ξυνελευθεροῦτε, ὅσοι μετασχόντεσ τῶν τότε κινδύνων ὑμῖν τε ξυνώμοσαν καὶ εἰσὶ νῦν ὑπ’ Ἀθηναίοισ· παρασκευή τε τοσήδε καὶ πόλεμοσ γεγένηται αὐτῶν ἕνεκα καὶ τῶν ἄλλων ἐλευθερώσεωσ. ἧσ μάλιστα μὲν μετασχόντεσ καὶ αὐτοὶ ἐμμείνατε τοῖσ ὁρ́κοισ. εἰ δὲ μή, ἅπερ καὶ πρότερον ἤδη προὐκαλεσάμεθα, ἡσυχίαν ἄγετε νεμόμενοι τὰ ὑμέτερα αὐτῶν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기