호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σκολιώτερα δὲ τούτων ἐστὶ καὶ ἃ μετὰ ταῦτα τίθησιν: ἐν δὲ τῷ παρατυχόντι ὁ φθάσας θαρρῆσαι εἰ ἴδοι ἄφρακτον, ἥδιον διὰ τὴν πίστιν ἐτιμωρεῖτο ἢ ἀπὸ τοῦ προφανοῦς: καὶ τό τε ἀσφαλὲς ἐλογίζετο, καὶ ὅτι ἀπάτῃ περιγενόμενος συνέσεως ἀγώνισμα προσελάμβανε: τὸ δὴ παρατυχόν ἀντὶ τοῦ παραχρῆμα κεῖται, τό τε ἄφρακτον ἀντὶ τοῦ ἀφυλάκτου καὶ τὸ ἥδιον τιμωρεῖσθαι διὰ τὴν πίστιν μᾶλλον ἢ ἀπὸ τοῦ προφανοῦς σκοτεινῶς περιπέφρασται, καὶ ἐλλείπει τι μόριον εἰς τὸ συμπληρωθῆναι τὴν νόησιν. εἰκάζειν δὲ ἔστιν, ὅτι τοῦτο βούλεται λέγειν: εἰ δέ που παρατύχοι τινὶ καιρὸς καὶ μάθοι τὸν ἐχθρὸν ἀφύλακτον, ἥδιον ἐτιμωρεῖτο, ὅτι πιστεύσαντι ἐπέθετο μᾶλλον ἢ φυλαττομένῳ: καὶ συνέσεως δόξαν προσελάμβανε, τό τε ἀσφαλὲς λογιζόμενος καὶ ὅτι διὰ τὴν ἀπάτην αὐτοῦ περιεγένετο. ῥᾷον δ οἱ πολλοὶ κακοῦργοι φησίν ὄντες δεξιοὶ κέκληνται ἢ ἀμαθεῖς ἀγαθοί, καὶ τῷ μὲν αἰσχύνονται, ἐπὶ δὲ τῷ ἀγάλλονται: οὔτε γὰρ ἐπὶ τοῖς κακούργοις οἱ ἀγαθοὶ ἀγάλλονται οὔτ ἐπὶ τοῖς ἀμαθέσιν οἱ κακοῦργοι αἰσχύνονται. ταῦτα γὰρ ἀγκύλως μὲν εἴρηται καὶ βραχέως, ἐν ἀφανεῖ δὲ κείμενον ἔχει τὸ σημαινόμενον. χαλεπὸν γὰρ μαθεῖν, τίνας δή ποτε νοεῖ τοὺς ἀμαθεῖς τε καὶ ἀγαθούς: εἴ τε γὰρ ἀντιδιαστέλλεται πρὸς τοὺς κακούργους, οὐκ ἂν εἰήσαν ἀμαθεῖς οἱ μὴ κακοί: εἴ τ ἐπὶ τῶν ἀνοήτων καὶ ἀφρόνων τίθησι τοὺς ἀμαθεῖς, κατὰ τί δή ποτε τούτους ἀγαθοὺς καλεῖ· καὶ τῷ μὲν αἰσχύνονται τίνες· ἄδηλον γὰρ πότερον ἀμφότεροι ἢ οἱ ἀμαθεῖς. ἐπὶ δὲ τῷ ἀγάλλονται κἀνταῦθα ἄδηλον, τίνες: εἰ μὲν γὰρ ἐπ ἀμφοτέρων τίθησιν, οὐκ ἔχει νοῦν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기