- 텍스트

Dionysius of Halicarnassus, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿?, chapter 31

(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 31)

μίαν δὲ τούτοις ἐπιθεὶς περίοδον ἀγκύλως εἰρημένην καὶ δυνατῶς μετὰ τοῦ σαφῶς: ἁπλῶς δὲ ὁ φθάσας τὸν μέλλοντα κακόν τι δρᾶν ἐπῃνεῖτο καὶ ὁ ἐπικελεύσας τὸν μὴ διανοούμενον ποιητικῇ πάλιν χρήσεται μεταλήψει: καὶ μὴν καὶ τὸ συγγενὲς τοῦ ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν. τὸ γὰρ συγγενές καὶ τὸ ἑταιρικόν ἀντὶ τῆς συγγενείας καὶ τῆς ἑταιρίας κείμενον μετείληπται: τό τε ἀπροφασίστως τολμᾶν ἄδηλον, εἴ τε ἐπὶ τῶν φίλων κεῖται νῦν εἴ τε ἐπὶ τῶν συγγενῶν. αἰτίαν γὰρ ἀποδούς, δι ἣν τοὺς συγγενεῖς ἀλλοτριωτέρους ἔκρινον τῶν φίλων, ἐπιτίθησιν, ὅτι τόλμαν ἀπροφάσιστον παρείχοντο. σαφὴς δ ἂν ἦν ὁ λόγος, εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον κατὰ τὴν ἑαυτοῦ βούλησιν σχηματίζων: καὶ μὴν καὶ τὸ ἑταιρικὸν οἰκειότερον ἐγένετο τοῦ συγγενοῦς διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν. περιπέφρασται δὲ καὶ τὰ ἐπὶ τούτοις, καὶ οὔτε ἰσχυρῶς οὔτε σαφῶς ἀπήγγελται: οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ὠφελείας αἱ τοιαῦται σύνοδοι, ἀλλὰ παρὰ τοὺς καθεστῶτας πλεονεξίᾳ.

ὁ μὲν νοῦς ἐστὶ τοιόσδε: οὐ γὰρ ἐπὶ ταῖς κατὰ νόμον ὠφελείαις αἱ τῶν ἑταιριῶν ἐγίνοντο σύνοδοι, ἀλλ ἐπὶ τῷ παρὰ τοὺς νόμους τι πλεονεκτεῖν. καὶ ὁρ´κοι φησίν εἴ που ἄρα ἐγίγνοντο συναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι ἴσχυον, οὐκ ἐχόντων ἄλλοθεν δύναμιν: ἐν τούτοις ὑπερβατόν τε καὶ περίφρασις: οἱ μὲν γὰρ ὁρ´κοι τῆς συναλλαγῆς τὸ σημαινόμενον ἔχουσι τοιοῦτον: οἱ δὲ περὶ τῆς φιλίας ὁρ´κοι εἴ που ἄρα γένοιντο. τὸ δὲ ἴσχυον δι ὑπερβατοῦ κείμενον τῷ αὐτίκα ἕπεται, βούλεται γὰρ δηλοῦν ἐν τῷ παραυτίκα ἴσχυον: τὸ δὲ πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι, οὐκ ἐχόντων ἄλλοθεν δύναμιν σαφέστερον ἂν ἦν οὕτως ἐξενεχθέν: διὰ τὸ μηδεμίαν ἄλλην ἔχειν δύναμιν κατὰ τὸ ἄπορον ἑκατέρῳ διδόμενοι. τὸ δὲ κατάλληλον τῆς διανοίας ἦν ἂν τοιοῦτο: οἱ δὲ περὶ τῆς φιλίας ὁρ´κοι εἴ που ἄρα γένοιντο, ἀπορίᾳ πίστεως ἄλλης ἑκατέρῳ διδόμενοι ἐν τῷ παραχρῆμα ἴσχυον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION