호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰσ τὸ Ἥραιόν τε ἐλθόντεσ, τῶν ἱκετῶν ὡσ πεντήκοντα ἄνδρασ δίκην ὑποσχεῖν ἔπεισαν καὶ κατέγνωσαν ἁπάντων θάνατον· οἱ δὲ πολλοὶ τῶν ἱκετῶν, ὅσοι οὐκ ἐπείσθησαν, ὡσ ἑώρων τὰ γιγνόμενα, διέφθειρον ἐν τῷ ἱερῷ ἀλλήλουσ, καὶ ἐκ τῶν δένδρων τινὲσ ἀπήγχοντο, οἳ δ’ ὡσ ἕκαστοι ἐδύναντο ἀνηλοῦντο. ἡμέρασ τε ἑπτά, ἃσ ἀφικόμενοσ ὁ Εὐρυμέδων ταῖσ ἑξήκοντα ναυσὶ παρέμεινε, Κερκυραῖοι σφῶν αὐτῶν τοὺσ ἐχθροὺσ δοκοῦντασ εἶναι ἐφόνευον, τὴν μὲν αἰτίαν ἐπιφέροντεσ τοῖσ τὸν δῆμον καταλύουσιν· ἀπέθανον δέ τινεσ καὶ ἰδίασ ἔχθρασ ἕνεκα, καὶ ἄλλοι χρημάτων σφίσιν ὀφειλομένων ὑπὸ τῶν λαβόντων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기