호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὧν ὀλίγα παρέξομαι δείγματα παρατιθεὶς εὐθὺς ἑκάστοις τὰς αἰτίας, δι ἃς περιέστηκεν εἰς τὰς ἐναντίας ταῖς ἀρεταῖς κακίας. ἐν μὲν οὖν τῇ τρίτῃ βύβλῳ τὰ περὶ Κέρκυραν ὠμὰ καὶ ἀνόσια ἔργα διὰ τὴν στάσιν εἰς τοὺς δυνατωτάτους ἐκ τοῦ δήμου γενόμενα διεξιών, ἑώς μὲν ἐν τῷ κοινῷ καὶ συνήθει τῆς διαλέκτου τρόπῳ τὰ πραχθέντα δηλοῖ, σαφῶς τε καὶ συντόμως καὶ δυνατῶς ἅπαντα εἴρηκεν: ἀρξάμενος δὲ ἐπιτραγῳδεῖν τὰς κοινὰς τῶν Ἑλλήνων συμφορὰς καὶ τὴν διάνοιαν ἐξαλλάττειν ἐκ τῶν ἐν ἔθει μακρῷ τινι γίγνεται χείρων αὐτὸς ἑαυτοῦ. ἔστι δὲ τὰ μὲν πρῶτα, ὧν οὐδεὶς ἂν ὡς ἡμαρτημένων ἐπιλάβοιτο, ταῦτα: Κερκυραῖοι δὲ αἰσθόμενοι τάς τε Ἀττικὰς ναῦς προσπλεούσας τάς τε τῶν πολεμίων οἰχομένας, λαβόντες τοὺς Μεσσηνίους εἰς τὴν πόλιν ἤγαγον πρότερον ἔξω ὄντας, καὶ τὰς ναῦς περιπλεῦσαι κελεύσαντες, ἃς ἐπλήρωσαν, ἐς τὸν Ὑλαϊκὸν λιμένα, ἐν ὅσῳ περιεκομίζοντο, τῶν ἐχθρῶν εἴ τινα λάβοιεν ἀπέκτεινον, καὶ ἐκ τῶν νεῶν ὅσους ἔπεισαν εἰσβῆναι ἐκβιβάζοντες ἀνεχρῶντο:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기