호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔτε γὰρ διασῴζονται τῶν πλειόνων αἱ γραφαὶ μέχρι τῶν καθ’ ἡμᾶσ χρόνων, οὔθ’ αἱ διασῳζόμεναι παρὰ πᾶσιν ὡσ ἐκείνων οὖσαι τῶν ἀνδρῶν πιστεύονται· ἐν αἷσ εἰσιν αἵ τε Κάδμου τοῦ Μιλησίου καὶ Ἀρισταίου τοῦ Προκοννησίου καὶ τῶν παραπλησίων τούτοισ. οἱ δὲ πρὸ τοῦ Πελοποννησιακοῦ γενόμενοι πολέμου καὶ μέχρι τῆσ Θουκυδίδου παρεκτείναντεσ ἡλικίασ ὁμοίασ ἔσχον ἅπαντεσ ὡσ ἐπὶ τὸ πολὺ προαιρέσεισ, οἵ τε τὴν Ιἄδα προελόμενοι διάλεκτον τὴν ἐν τοῖσ τότε χρόνοισ μάλιστα ἀνθοῦσαν καὶ οἱ τὴν ἀρχαίαν Ἀτθίδα μικράσ τινασ ἔχουσαν διαφορὰσ παρὰ τὴν Ιἄδα. πάντεσ γὰρ οὗτοι, καθάπερ ἔφην, περὶ τὴν κυρίαν λέξιν μᾶλλον ἐσπούδασαν ἢ περὶ τὴν τροπικήν, ταύτην δὲ ὥσπερ ἥδυσμα παρελάμβανον, σύνθεσίν τε ὀνομάτων ὁμοίαν ἅπαντεσ ἐπετήδευσαν τὴν ἀφελῆ καὶ ἀνεπιτήδευτον, καὶ οὐδ’ ἐν τῷ σχηματίζειν τὰσ λέξεισ καὶ τὰσ νοήσεισ ἐξέβησαν ἐπὶ πολὺ τῆσ τετριμμένησ καὶ κοινῆσ καὶ συνήθουσ ἅπασι διαλέκτου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기