- 텍스트

Dionysius of Halicarnassus, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿?, chapter 18 1:

(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 18 1:)

ἐν ταύτῃ μὲν γὰρ οἱ κατὰ τὴν πρώτην τῶν Πελοποννησίων εἰσβολὴν πεσόντες Ἀθηναῖοι κομιδῇ τινες ἦσαν ὀλίγοι, καὶ οὐδ οὗτοι λαμπρόν τι πράξαντες ἔργον, ὡς αὐτὸς ὁ Θουκυδίδης γράφει: προειπὼν γὰρ περὶ τοῦ Περικλέους, ὅτι τὴν πόλιν ἐφύλασσε καὶ δι ἡσυχίας μάλιστα ὅσον ἐδύνατο εἶχεν: ἱππέας μέντοι τινὰς ἐξέπεμπεν ἀεὶ τοῦ μὴ προδρόμους ἀπὸ τῆς στρατιᾶς ἐσπίπτοντας εἰς τοὺς ἀγροὺς τοὺς ἐγγὺς τῆς πόλεως κακουργεῖν, καὶ ἱππομαχίαν φησὶ γενέσθαι βραχεῖαν ἐν Φρυγίοις τῶν τε Ἀθηναίων τέλει ἑνὶ τῶν ἱππέων καὶ Θεσσαλοῖς μετ αὐτῶν πρὸς τοὺς Βοιωτῶν ἱππέας: ἐν ᾗ οὐκ ἔλαττον ἔσχον οἱ Θεσσαλοὶ καὶ Ἀθηναῖοι, μέχρι οὗ προσβοηθησάντων τοῖς Βοιωτοῖς τῶν ὁπλιτῶν τροπὴ ἐγένετο αὐτῶν, καὶ ἀπέθανον τῶν Θεσσαλῶν καὶ Ἀθηναίων οὐ πολλοί:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION