- 텍스트

Dionysius of Halicarnassus, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿?, chapter 13

(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 13)

ὅτι δὲ καὶ περὶ τὰς ἐξεργασίας τῶν κεφαλαίων ἧττον ἐπιμελής ἐστιν, ἢ πλείονας τοῦ δέοντος λόγους ἀποδιδοὺς τοῖς ἐλαττόνων δεομένοις ἢ ῥᾳθυμότερον ἐπιτρέχων τὰ δεόμενα πλείονος ἐξεργασίας, πολλοῖς τεκμηρίοις βεβαιῶσαι δυνάμενος ὀλίγοις χρήσομαι: τὰς μὲν πρώτας Ἀθηναίων καὶ Πελοποννησίων ναυμαχίας ἀμφοτέρας περὶ τὴν τελευτὴν τῆς δευτέρας βύβλου γράφειν ἀρξάμενος, ἐν αἷς πρὸς ἑπτὰ καὶ τεσσαράκοντα ναῦς Πελοποννησίων εἴκοσι ναυσὶν Ἀθηναῖοι μόνοι πρὸς πολλαπλασίους τῶν βαρβάρων ναυμαχήσαντες ἃς μὲν διέφθειρον, ἃς δ αὐτάνδρους ἔλαβον οὐκ ἐλάττους ἢ ὅσας ἔστειλαν ἐπὶ τὸν πόλεμον. θήσω δὲ καὶ τὴν λέξιν αὐτοῦ.

ἐγένετο μετὰ ταῦτα καὶ ἐπ Εὐρυμέδοντι ποταμῷ ἐν Παμφυλίᾳ πεζομαχία καὶ ναυμαχία Ἀθηναίων καὶ τῶν ξυμμάχων πρὸς Μήδους, καὶ ἐνίκων τῇ αὐτῇ ἡμέρᾳ ἀμφότερα Ἀθηναῖοι Κίμωνος τοῦ Μιλτιάδου στρατηγοῦντος, καὶ εἷλον τριήρεις Φοινίκων καὶ διέφθειρον τὰς πάσας διακοσίας. ὅμοια δ ἐστὶ παρ αὐτῷ καὶ τὰ κατὰ τὰς πεζικὰς μάχας ἢ μηκυνόμενα πέρα τοῦ δέοντος ἢ συναγόμενα εἰς ἔλαττον τοῦ μετρίου. τὰ μέν γε περὶ Πύλον Ἀθηναίοις πραχθέντα καὶ τὰ περὶ τὴν Σφακτηρίαν καλουμένην νῆσον, ἐν ᾗ Λακεδαιμονίους κατακλείσαντες ἐξεπολιόρκησαν, ἀρξάμενος ἐν τῇ τετάρτῃ βύβλῳ διηγεῖσθαι καὶ μεταξὺ τοῦ πολέμου τοῦδε πράξεις τινὰς ἑτέρας παραδιηγησάμενος, εἶτ αὖθις ἐπιστρέψας ἐπὶ τὴν ἀπόδοσιν τῶν ἑξῆς, ἅπαντα τὰ γεγενημένα κατὰ τὰς μάχας ὑπ ἀμφοτέρων διελήλυθεν ἀκριβῶς καὶ δυνατῶς, πλείους ἢ τριακοσίους στίχους αὐτὸς ἀποδεδωκὼς ταῖς μάχαις, καὶ ταῦτα οὐ πολλῶν ὄντων οὔτε τῶν ἀπολομένων οὔτε τῶν παραδόντων τὰ ὅπλα. αὐτός γέ τοι συγκεφαλαιούμενος τὰ περὶ τὴν μάχην κατὰ λέξιν οὕτως γράφει:

ἀπέθανον δὲ ἐν τῇ νήσῳ καὶ ζῶντες ἐλήφθησαν τοσοίδε: εἴκοσι μὲν ὁπλῖται διέβησαν καὶ τετρακόσιοι οἱ πάντες: τούτων ζῶντες ἐκομίσθησαν ὀκτὼ ἀποδέοντες τριακόσιοι, οἱ δ ἄλλοι ἀπέθανον. καὶ Σπαρτιᾶται τούτων ἦσαν εἴκοσι καὶ ἑκατὸν τῶν ζώντων, Ἀθηναίων δὲ οὐ πολλοὶ διεφθάρησαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION